Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.47 Joseph. AJ 10.52 (English) >>Joseph. AJ 10.56

10.50γενόμενος δὲ ἐτῶν δυοκαίδεκα τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο· τὸν γὰρ λαὸν ἐσωφρόνιζε καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης ὡς οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δʼ εὕρισκεν εὖ γεγονότα κατὰ χώραν ἐφύλαττέ τε καὶ ἐμιμεῖτο. 10.51ταῦτα δʼ ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει· τοῖς γὰρ νόμοις κατακολουθῶν ὡς περὶ τὴν τάξιν τῆς πόλεως καὶ περὶ τὸ θεῖον εὐσεβείας εὐοδεῖν τε συνέβαινε διὰ τὴν τῶν πρώτων παρανομίαν μὴ τυγχάνειν ἀλλʼ ἐξηφανίσθαι· 10.52περιιὼν γὰρ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δʼ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα. 10.53καὶ τούτῳ τῷ τρόπῳ τὸν λαὸν ἀπὸ τῆς περὶ αὐτοὺς δόξης εἰς τὴν τοῦ θεοῦ θρησκείαν ἐπέστρεψε καὶ τὰς συνήθεις ἐπέφερε θυσίας αὐτοῦ τῷ βωμῷ καὶ τὰς ὁλοκαυτώσεις. ἀπέδειξε δέ τινας κριτὰς καὶ ἐπισκόπους, ὡς ἂν διοικοῖεν τὰ παρʼ ἑκάστοις πράγματα περὶ παντὸς τὸ δίκαιον ποιούμενοι καὶ τῆς ψυχῆς οὐκ ἔλασσον αὐτὸ περιέποντες.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.47 Joseph. AJ 10.52 (English) >>Joseph. AJ 10.56

Powered by PhiloLogic